Ancient Greek · ~1 min
Letter 94
Libanius, Epistulae 1-839 94
Not analysed yet
Τὴν δευτέραν οὑτοσί μοι δοὺς ἐπιστολὴν ᾤχετο ἐπὶ Φοι- νίκης. νῦν γὰρ ἐπανήκοντος ἔγνων, τότε δὲ ἐθαύμαζον οὐ προσιόντος. ζητοῦντι δὲ γράμματα πάλαι ἔφην ἐπεσταλκέναι, τῷ δὲ οὐ δώσειν. ἀρκεῖν γὰρ αὐτῷ τῆς Φοινίκης ἀπολελαυ- κεναὶ. προσκειμένου δὲ καὶ δεομένου μὴ τοιαύτην δίκην ὑποσχεῖν ἔδωκα τὴν ἐπιστολὴν βέλτιστον ἡγησάμενος τῇ τοῦ μὴ λαμβάνειν λύπῃ.