Ancient Greek · ~5 min
95.1 to 95.5
Libanius, Epistulae 1-839 95.1-5
Not analysed yet
Ὅτι σοι μὴ οἷός τε ἐγενόμην ἐνταῦθα συμμίξας γενἐ- σθαι γνώριμος, ἐγκαλῶ τῇ διὰ τοὺς νέους ἀσχολίᾳ. καὶ σοὶ δέ που τάχ’ ἴσως ἦν οὐκ ἀηδὲς ἰδεῖν τέ με καὶ διαλεχθῆναι πρὶν ἢ τῆς ἀρχῆς ἅψασθαι, διεκώλυσε δέ, οἶμαι, τὸ πλῆθος τῶν φροντίδων, ἃς ὑπὸ τῆς ἀρχῆς πρὶν ἐπιβῆναι τῶν πόλεων περὶ τὸν ὕπαρχον εἶχες. ἔχει οὖν λόγον ἀλγοῦντας τῷ μὴ συγγεγονέναι χρῆσθαι τῷ δευτέρῳ <πλῷ> καὶ τοῦ ἁμαρτόντας ἐπὶ τὰς κώπας χωρεῖν καὶ ἐπιστέλλειν. οὕτω δέ σε ἐλπίζω φίλον ἕξειν καὶ τοῖς τε ἐμοῖς ἡσθήσεσθαι γράμ- μασιν αὐτόν τε εὐθὺς ταῦτα μιμήσεσθαι, ὥστε ὡς ἂν πάλαι συνήθης ἐν τοῖς πρώτοις γράμμασι καὶ χάριν αἰτεῖν οὐκ ὀκνῶ· ἃ γὰρ πρὸς παρόντα οὐκ ἂν ᾐσχυνόμην λέγειν, ἀδι- κοίην <ἂν> μὴ γράφων. Πελάγιος ὅτι μὲν γένους τε καὶ τῆς ἄλλης λαμπρότητος εἰς τὰ πρῶτα τελεῖ τῶν περὶ τὸν Εὐφράτην, κἂν αὐτὸν οἶμαι τὸν Εὐφράτην εἰπεῖν λαβόντα φωνήν, ἐμοὶ δὲ συνεφοίτησε καὶ ἐχαίρομεν ἀλλήλοις. ἐπῃνεῖτο δὲ μᾶλλον ὁ τοῦδε τρόπος, οὐ γὰρ ἀρνήσομαι νομίζων καὶ τοῦτο ἐμαυτοῦ καλόν, εἰ τῷ τοιούτῳ τὴν φύσιν χαίρων ἐφαι- νόμην. καὶ δῆτα αὐτῷ συνηυξήθη τὸ τῆς ἐπιεικείας, ἣν οὐχ ἧττον Σύρων ἐγνώκασι πάντες δι’ ὅσων ἦλθεν, ἦλθε δὲ διὰ πλείστων, ἡνίκα ἐπρέσβευσε καὶ κατεσκεύασε τοῖς αὑτοῦ τρόποις δόξαν τὴν ἀμείνω τῷ γένει. ὥστε μοι πάντως ἂν ἐν δημοκρατίαις καὶ στεφανωθῆναι δοκεῖ τοῦτο εὖ πεποιηκώς.