Ancient Greek · ~3 min
Letter 96
Libanius, Epistulae 1-839 96
Not analysed yet
Σὲ μὲν εἴη τὰ εἰωθότα ποιεῖν ταῦτα δέ ἐστι τε βεβαιοῦν καὶ σώζειν πόλεις καὶ μισεῖν συκοφάντας καὶ 15 βοηθεῖν ἀδικουμένοις· ἡμῖν δέ, ὡς μὲν ὁ κοινὸς λόγος, καὶ τὰ κοινὰ βλάπτεται, εἰ δὲ τοῦτο μεῖζον τοῦ ἀληθοῦς, ἀλλ’ ἐκεῖνό γε οὐ ψεῦδος, ὅτι τήν γε ἡμετέραν οἰκίαν ἀπολώλεκεν ἡ τελευτὴ τοῦ θείου. τέθνηκεν, ὦ θεοί, τέθνηκεν ὁ πάντα ἄριστος Φασγάνιος, ὃν σὺ μάλιστα ἀνθρώπων ᾐδέσθης καὶ ὑφ’ οὗ μάλιστα ἀνθρώπων ἐθαυμάσθης καὶ περὶ οὗ μάλιστα ἀσθενοῦντος ἐφρόντισας. ἐγὼ μὲν οὖν εὐξαίμην ἐκείνῳ τὴν αὐτὴν εὐθὺς ἐλθεῖν, ἐπεὶ δὲ τετήρημαι λύπη καὶ δάκρυσιν, εἰς μίαν ὁρῶ παραμυθίαν, σέ τε καὶ τὴν σὴν δύ- ναμιν ὧν νῦν τε ἀπολαύομεν ἀπόντος καὶ δῆλον ὡς μειζόνως, ἡνίκα ἂν ἴλθης, ἀπολαυσόμεθα.