Ancient Greek · ~5 min
Chapter 101
Libanius, Oratio I 101
Not analysed yet
ὃ δή μοι καὶ τὰ πράγματα οὐχ ἥκιστα ἔβλαψε, τὸ μὴ εὐθὺς προσπεσόντα τρέψασθαι τοὺς τεταραγμένους· καθ’ ἡσυχίαν γὰρ τὰ αὑτῶν ἐβεβαιοῦντο, ἐγὼ δὲ οἴκοι μὲν πεντεκαίδεκα νέοις συνῆν, ὧν ἧκον τὸ πλέον ἄγων, οὔπω δὲ ἦν ἐν τῷ τοῦ δημοσιεύοντος σχήματι, καὶ κατεῖχε μὲν ἀθυμία τοὺς ἐμούς, κατεῖχε δὲ αὐτὸν ἐμέ, καὶ τῷ ἀργεῖν, ὥσπερ ὁ τοῦ Πηλέως, ἀχθόμενος ἄχθος τε ἀρούρης ἐμαυτὸν ὀνομάζων εἰς τοῦτο ἀπε- φερόμην, ὥστε φαρμάκων πόσει διεσωσάμην τὰς |φρένας τοῖς μὲν χείροσι τῶν ἐλπίδων χρώμενος, ἐπὶ δὲ τοὺς οὐκ ἔχων ἄνευ γέλωτος ἐπανελθεῖν. 102. Ἐνταῦθά μοι γέρων τις προσελθὼν οὐδὲν ἔφη θαυμαστὸν εἶναι μὴ εὖ πράττειν ἐν τῇ κλίνῃ κεί- μενον· πλεονεκτεῖν γὰρ δὴ τοὺς ἐν τῷ μέσῳ καθημέ- νοῦς· ἀλλ’ εἰ βούλει,ἔφη,μαθεῖντῶνδιψώντων τὸ πλῆθος, ὅρμησον ἐπί τι τῶν ἱερῶν. ἐγὼ δὲ τοῦτο μὲν οὐχ ὑπακούω τῷ γέροντι, τῶν ἀγοραίων δέ τινα μεταστήσας ἄλλοσε τῆς συνοικίας καταβὰς αὐτὸς ἐκεῖσε ἐκαθήμην ψαύων τῆς ἀγορᾶς, καὶ ἔδρασέ τι τὸ χωρίον προστεθέντων οἷς ἔφην ἄρτι πλειόνων ἢ <δὶς> τοσούτων νέων, τὸ Μούσειον δὲ τῶν ἄλλων ἦν, ῥοπὴ τοῖς ἔχουσι μεγάλη. λέγω δὴ πρὸς τὴν Καλλιόπην, ὅτι ω Μουσῶν μὲν ἀρίστη, τὴν πόλιν δὲ ἡμῖν ἄγουσα, τίνων ταύτας σὺ πράττῃ δίκας; τί με ἐδελέαζες οὖσα θεός; τέ τῶν μὲν ἐξέβαλες, τὰ δὲοὐΙδίδως; ἀλλ’ ὁ μὲν ἠπατηκὼς τρυφᾷ,τὸν ἠδικημένονδὲἀπερριμμένονπεριορᾷς;