Ancient Greek
Chapter 128
Libanius, Oratio I 128
Not analysed yet
καί πως συμβαίνει ἐν τῷ |προτέρῳ λόγῳ τύχης, οἶμαι, τινὸς τοὺς αὖθις βοηθησομένους τε καὶ χαριουμένους ἑτέρωσε πεμψάσης· οἷς ἐλυσιτέλει μὴ τἀμὰ διαβάλλειν· ὁ δὲ αὑτὸν μὲν ἔνδον οὐδενὸς ἐπαινοῦντος ἐπῄνει, δευτέρῳ τούτῳ παρέχων ἀφορμὴν γέλωτι, τοὺς δὲ ἐπ’ αὐτῷ γελάσαντας οὐκ ἀνίει λοιδο- ρῶν, οἱ δ’ ἂν] αὖθις ἐγέλων, καὶ τὸ δι’ ἀπάτης πο- ρισθὲν ἐξεκέχυτό οἱ <οὐ> φωραθὲν ἄν, εἰ τοσοῦτόν γε ἠπίστατο, ὅτι δόξαν οὐχὶ δικαίαν ἡσυχίᾳ φυλάττειν δύναιτο ἄν.