Ancient Greek · ~3 min
Chapter 147
Libanius, Oratio I 147
Not analysed yet
ἦν δέ τι καὶ πρὸ τοῦ θανάτου τοῖς πολλοῖς θανάτου παρά γε σώφροσιν ἀν- θρώποις δεινότερον τὸ πολλὰ κακὰ ἐπιδόντας εἶτα οὕτως ἀπελθεῖν· ὧν ἔν τι καὶ τὸ τῶν αἰδοίων τοῦ μοιχοῦ λαβόμενον τῇ χειρὶ ξυρῷ τὰ πάντα ἀμῆσαι. 148. Τούτοις ἄξιον ἐκεῖνο προσθεῖναι σμικρόν τε καὶ οὐ σμικρόν· ὑμῶν μὲν γὰρ ἴσως |τῳ μικρολο- γεῖσθαι δόξω, δηχθεὶς δὲ αὐτὸς τὴν ψυχὴν οἶδα καὶ ἐπὶ μεγάλῳ τοῦτο παθών. ἦν μοι ἡ Θουκυδίδου συγ- γραφὴ, γράμματα μὲν ἐν μικρότητι χαρίεντα, τὸ δὲ σύμπαν οὕτω ῥᾴδιον φέρειν, ὥστ’ αὐτὸς ἔφερον παιδὸς ἀκολουθοῦντος καὶ τὸ φορτίον τέρψις ἦν. ἐν τούτῳ τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων μαθὼν ἐπεπόνθειν, ὅπερ ἴσως ἤδη τις καὶ ἕτερος· οὐ γὰρ ἂν ἐξ ἑτέρας βίβλου ταῦτ’ ἂν αὖθις ἐπῆλθον πρὸς ἡδονήν.