Ancient Greek · ~3 min
Chapter 153
Libanius, Oratio I 153
Not analysed yet
λέγω οὖν πρὸς τοὺς οἰομένους τι γειν, ἐπειδὰν ἐρωτῶσι τίνας δὲ ἡμῖν ἀπέφηνε ῥήτορας; ὅτι ἐλθόντες εἰς Αἵδου θεάσαιντ’ ἂν οὐκ ὀλίγους. ὧν οἰχομένων ἐζημίωνται μὲν βουλαὶ καὶ διοικήσεις πόλεων, ἐζημίωνται |δὲ δίκαι λόγων τῷ δικαίῳ συμμάχων ἐστερημέναι, ἐζημίωνται δὲ θρόνοι, ὧν τοὺς μὲν Ἑρμῆς, τοὺς δὲ ἐφορᾷ Θέμις. 154. Καὶ μὴν καὶ τόδε δυστυχοῦς ἐν ἀσθενείαι τε καὶ ἀτιμίᾳ καὶ προπηλακισμῷ τῶν λόγων λόγους δι- δάσκειν καθήμενον ἑτέρων ὄντων, ἐν οἷς αἱ ἐλπίδες· (??)οὓς εἰ μὲν μὲν μὴ ἠπίστασθε, τοῦ διδάξοντος ἂν ἔδει· νῦν δὲ ἴστε μὲν οὓς μακαρίζετε· παρ’ οἷς οἱ πλοῦτοι, ἴστε δὲ οὓς ἐλεεῖτε· παρ’ οἷς οἱ λόγοι.