Ancient Greek · ~4 min
Chapter 162
Libanius, Oratio I 162
Not analysed yet
οὗτος ἦν ὁ κἀμὲ κελεύσας εἰσάγειν, ὡς δὴ τῆς Φιλουμένου τείας ἐν ἐμοὶ τὸν ἔλεγχον ἔχων· ὁ δὲ ἔλεγχος ἦν, παρ- ῄνουν αὐτῷ μὴ συκοφαντεῖν, ἀλλ’ ἀπηλλάχθαι πραγ- μάτων. καὶ τοῦτο ἦν, ἐφ’ ᾧπερ ἐκαλούμην. τῷ δὲ οὐδὲν ἐδόκει δεινὸν ἐμὲ ἐφ’ οὕτως ἀνοήτοις εἰσελθόντα ἑστάναι. καὶ ἐγὼ μὲν ἐξῄειν ἐλεῶν τὸν δικαστήν, ὁπόσον ἀπέχων νοῦ δικάζειν ἠξίου, τῶν δὲ φίλων λοὶ συνέρρεον ἄλλος ἄλλο τι πρὸς παραμυθίαν μένος. ἐποίουν δὲ οὐδὲν αὐτοὺς δεῖσθαι τουτωνὶ τῶν σκεμμάτων. οὕτως οὐκ ἐτετρώμην. 163. Φιδήλιος δὲ ἦν μὲν Φήστου πολίτης, ἄγριος ἄνθρωπος, ἀρχὴ δὲ αὐτῷ τῶν βασιλέως ἐπιμελεῖσθαι χρημάτων, φιλία δὲ πρὸς τὸν Εὔβουλον ἀφ’ ὧνπερ καὶ τῷ Φήστῳ. |ἔχων τοίνυν αὐτὸν πειθόμενον ἐκ πολλῶν δόρπων τε καὶ συμποσίων κινεῖ τε ἐπ’ ἐμὲ καὶ συνεβούλευε δίκην λόγου λαβεῖν. τὸν δὲ λόγον, τοῦ τυράννου μὲν ἐγκώμιον, γεγράφθαι, κεῖσθαι δὲ πὰρ ἐμοὶ τῷ συγγραφεῖ. ῥᾷστον δὲ εἶναι δι’ ὑπηρετῶν ἑλεῖν.