Ancient Greek · ~2 min
Chapter 165
Libanius, Oratio I 165
Not analysed yet
οὗτος ὁ Λουπικῖνος αὐτὸν μέν με οὐδεπώποτε Ἰδῶν, παρὰ φήμης δὲ ἴσως τινὸς περὶ ἐμοῦ τι δεξάμενος πρὸς μὲν τὸν εἶπε· σίγα, ὦ φιλότης, καὶ ἐν ἡμῖν ταῦτα ἱστάσθω. μετα- πεμψάμενος δὲ ἐμὲ ποιεῖταί τε φίλον καὶ ἐπαγγέλλειν, εἴ του δεοίμην, ἐδίδου παρεκάλει τε τοὺς τῶν ἑδῶν |τούτους καταγελῶντας, τοὺς τοῦ οὐρανοῦ κληρούχους, ἀφέντας ἃ ἀλαζονεύονται, τἀμὰ ζηλοῦντας ὁρᾶσθαι. τοιαῦτα μὲν ἀνέσεισεν ὁ δαίμων, τοιαῦτα δὲ καὶ ἐκοί- μισεν, οὐχ ὡς πεποιημένου μοι τοιοῦδέ τινος λόγου, ἀλλ’ ὅτι τῆς πρώτης πείρας ἁμαρτὼν ὁ Φιδήλιος προὔ- βαινεν ἂν ἐπιβουλεύων, ἕως ἔργου τύχοι.