Ancient Greek · ~2 min
Chapter 192
Libanius, Oratio I 192
Not analysed yet
ἀλλ’ ὅμως οἱ κολακεύοντες καὶ ὣς ἦσαν κόλακες καὶ |ἐφε- νάκιζον, μέχρι δὴ καὶ ἐπ’ αὐτοὺς ἐκείνους τραπόμενος ἐχρήσατο καὶ ἐνταῦθα τῇ φύσει, ὥστε καὶ οἵδε συνε- χώρουν εἶναι ἀνθρώπων Σαβῖνον ἀδικώτατον, καὶ νῦν ταὐτὸν ἀπὸ γλώττης ἁπάσης ἐστὶ λεγόμενον νενικῆσθαι τὸν Εὐρύβατον. οὐκοῦν οἷς ὀφείλει δίκην μείζω δέ- δωκε νῦν ἢ εἰ ἐτεθνήκει. ποθεινότερον γὰρ παρά γε ὀρθῷ κριτῇ μηκέτ᾿ εἶναι ἢ ζῆν ἐν ὀνείδεσιν. ἀλλ’ οὐ Σαβίνῳ γε φαίης ἄν.