Ancient Greek
Chapter 199
Libanius, Oratio I 199
Not analysed yet
οὗτός ποτε συν- δειπνῶν ἀρχομένου χειμῶνος πληγεὶς μεταξὺ ῥεύματι τὴν κεφαλήν, βοήσας οἷα εἰκός, χερσὶν οἰκετῶν ἄγεται πρὸς τὸ δωμάτιον, καὶ ἅμα ἡμέρᾳ ἧκέ τις ἀγγέλλων τοῖν ὀφθαλμοῖν αὐτῷ τὸν ἕτερον οἴχεσθαι ῥυέντος ἐπ’ αὐτὸν ἀπὸ τῆς κεφαλῆς ὕδατος, ἔπειτ’ οὐ |πολλαῖς ἡμέραις ὕστερον ἐπικλύζεσθαι 003E; τὸν δεξιὸν ἤκουον.