Ancient Greek
Chapter 204
Libanius, Oratio I 204
Not analysed yet
οὐ γὰρ οἶδ’, ὅ τι ἂν τούτῳ παρεξετάσας κακόν, καίτοι μυρίοις βεβλημένος, ἢ μεῖζον ἢ ἴσον εὗρον ἄν. ὥστε καὶ ᾐτιώμην τοὺς δαίμονας, ὅτι μὴ θάνατος ἀντὶ τοῦ παρόντος ἐπῆλθεν. οὐδὲ γὰρ τῶν μοι γενομένων ἀγαθῶν ἔσθ᾿ ὅ τι ἂν ἀντίρροπον αὐτοῦ δόξειε. ποία γὰρ ἐπίδειξις; τίνες εὐφημίαι; τίς κρότος; τίνες ἐκ βασιλέων τιμαί; πλοῦτος μὲν γὰρ οὐκ ἐγένετο, καὶ τὸν |Γύγου δὲ νικῶν ἡττᾶτο ἂν τοῦ πάθους. 205. Καίτοι Ἄι ἐν αὐταῖς ταύταις ταῖς τοῦ πάθους ἡμέραις ἀπ’ ἔργου τοῦδε θαυμαστὸς ἐδόκουν εἶναι καὶ ἅμα μακάριος. ἀπολελαύκει μὲν οὐ χρηστοῦ τοῦ τοῦ χει- μῶνος ἡ γῆ, μετριωτέρα δὲ οὐδὲν ἡ μετ’ ἐκεῖνον ὥρα. καρπῶν δὲ τῶν μὲν οὐδ’ ἀναφύντων, τῶν δὲ ὡς ὀλι γίστων καὶ οὐδὲ αὐτῶν ὑγιῶν, ἐκεκίνητο μὲν ἐπὶ τὴν βουλὴν ὁ δῆμος οὐδενὶ δικαίῳ, οὐ γὰρ ὄμβρων ἡ βουλὴ κυρία, σῖτον δὲ οἱ ἄρχοντες πανταχόθεν ἐκά- λοῦν, αἱ τιμαὶ δὲ τοῖς ἄρτοις ἐπὶ τὸ πλέον ἧκον.