Ancient Greek · ~6 min
Chapter 210
Libanius, Oratio I 210
Not analysed yet
ἔπειτα θαῦμα ἕτερον, ὅπως οὐ καὶ συνεῖπον οἱ οὕτως ἡσυχάσαντες. τουτὶ δὲ ἔργον ἀνθρώπων |μὲν οὐδενός, θεοῦ δέ τινος καὶ Τύχης, ἀφ’ ὧν καὶ θαλάττης μανία κοιμίζεται. ἐντεῦθεν εὐεργέτης ὠνομαζόμην τῶν τε οὐ βασανισθέντων τοῦ τε ἐπὶ τῆς ἀρχῆς τῶν τε ἐνοικούντων τοῦ τε τῆς λεως σώματος, τῶν μὲν οὐ πεινασάντων, τῆς δὲ οὐ κατακαυθείσης, τοῦ δὲ σχοινία διαφεύγοντος. 211. Οὓς δὲ ταῦτα ἀπέπνιγεν, ἐπένθουν. κακὸν δὲ αὐτοῖς οὐ τόδε μόνον, ἀλλὰ καὶ ἕτερα μυρία τιμὴν ἔχοντα μεγάλην, ἐπεὶ καὶ τοῦ νόμου κατεβόα μὴ δόντος οἱ βαδίζειν οἴκαδε ὡς ἐμέ· ᾧ πολλῷ μὲν ἐχρῆτο ὁ Ἠπειρώτης ἐκεῖνος, πλείονι δὲ ἢ ἐκεῖνος ὁ ἐκ Κύρου· · τῷ μὲν ὄνομα Πελάγιος, Mαρκελλῖνος δὲ τῷ προτέρῳ. πλεῖστα ἀνθρώπους εὖ ποιήσας τόνδε οἶδα |τὸν χρόνον τῶν μὲν ἐν χρείᾳ φαρμάκων ὄντων ἐπ’ ἐμὲ καταφευγόντων, ἐμοῦ δὲ αὐτοῖς διὰ τῶν ἐπὶ τῆς χῆς ἰωμένου τὰς πληγάς. 212. Πρόκλου δὲ μνησθεὶς χειμῶνός τε μέμνημαι καὶ αἰγίδος καὶ πληγῶν καὶ αἵματος. ἦν μέντοι τι καὶ ἐνταῦθα ἀγαθὸν ἐμοί, τὸ τοῖς δρωμένοις τούτοις καὶ ἄχθεσθαι καὶ δοκεῖν· οὐδὲ γὰρ ᾔειν ὡς αὐτόν, ὃ πρὸς οὐκ ὀλίγους ἐπεποίητό μοι τῶν ἐπὶ τῆς αὐτῆς τάξεως. εὐδοκίμουν οὖν τῷ μίσει τῷ τε ἐμῷ πρὸς ἐκεῖνον τῷ τε ἐκείνου πρὸς ἐμέ, τῷ μὲν ἐμῷ φανερῷ, τῷ ’κείνου δὲ βουλομένῳ μὲν λανθάνειν, ἀδυνα- τοῦντι δέ. 213. Καὶ συμβαίνει δὴ τελευτῆσαί μοι τὸν ἀδελ- φὸν ἐκεῖνον, ὂν ὥσπερ νέον τε καὶ εὐδαιμονίας ἐστε- ρημένον ἐπένθουν οὐκ ἀνεχόμενος τῶν ἐκ τῆς περὶ τὰ ὄμματα τύχης φερόντων τὴν παραμυθίαν.