Ancient Greek · ~6 min
Chapter 25
Libanius, Oratio I 25
Not analysed yet
ἦν τις ἄρχων ἀνὴρ τῶν ἐξ Ἰταλίας φρονήματός τε πλέως οἰόμενός τε δεῖν ἆμαρ, τάνεσθαι μηδὲν ὑπὸ τῆς ἐκεῖ νεότητος. ἐν δὴ μανίᾳ τῶν νέων παύει μὲν τοὺς ποιμένας, ὡς δὴ κακοὺς ποιμένας, τοὺς δὲ ἀντ’ ἐκείνων ἄρξοντας ἀνεζήτει τρεῖς ἀντὶ τοσούτων ἐκείνων. ἐπῃνεῖτ’ οὖν |Αἰγύ- πτιός τέ τις εἰς τὴν ἀρχὴν πολίτης τέ τις ἄμφω παρόντε. τῆς ἰσορρόπου δὲ αὐτοῖς εὐτυχίας ἀπέλαυον εἰς πόνους ἔτη πέντε καὶ εἴκοσι γεγονώς, ὁ δὲ Αἰγύπτιος πλείω δέκα, τούτου δὲ ἦν ἅτερος πρεσβύτερος, ἔδει δὲ παρεῖναι καλούμενον. καὶ τῷ μὲν τὸν θυμὸν ὁ χρόνος ἐκοίμιζε, καὶ εἶχον οἱ σοφισταὶ τὰ αὑτῶν, ἐγὼ δὲ οἷς ᾑρέθην ἐκεκοσμήμην. μεστὰ δὴ τἀπὶ τού- τοῖς ὑποψίας καὶ οὐκ ἦν οὔτ’ ἐκείνοις οὔτε ἡμῖν καθ- εύδειν, ἀλλ’ ἠνάγκαζε τοὺς μὲν τὸ ἐπιβουλεύειν ἀγρυ- πνεῖν, ἡμᾶς δὲ ἡ τοῦ τι δεῖν πείσεσθαι τῶν ἀηδεστέρων ἐλπίς. οὐ μὴν οὐδ’ ἐνταῦθά με προήκατο θρασύτητι νεωτέρων ἡ Τύχη, κατεῖχε δὲ αὐτοὺς καὶ μάλα ὀργῶν- τάς τε καὶ παρωξυμμένους. 26. Φέρε δὴ καὶ ἑτέρας οὐκ ἀγεννοῦς μνησθῶμεν ἀποδείξεως, ὡς ἦν ἐν ἐπιμελείᾳ τῇ Τύχῃ. ἔμελλέ μοι πεπράσεσθαι τὰ πατρῷα, καὶ τοῦτο ἡ θεός, οἷα δὴ θεός, προηπίστατο, γνώμην δὲ εἶχον ἕτερα τέτταρα ἔτη τοῖς ἠνυσμένοις προσθεὶς οὕτως Ἀθήνηθεν ἀπελ- θεῖν, ὡς τῆς μοι ψυχῆς δεομένης γενέσθαι βελτίονος· καὶ γὰρ εἰ |ὅτι μάλιστα ἀποχρώντως ἐδόκουν τοῖς ἄλλοις ἔχειν, ἀλλ’ οὐκ αὐτός γε ἐφαινόμην ἐμαυτῷ, δέος δέ με ἐξετάραττεν, ὡς περιστάντες οἱ ἑκασταχοῦ σοφοὶ μυρίᾳ βασάνῳ κατενεγκεῖν ἐθελήσουσι· δεῖν οὖν ἔτι ἐπιζητοῦντα μανθάνειν.