Ancient Greek · ~4 min
Chapter 260
Libanius, Oratio I 260
Not analysed yet
οἱ δὴ καὶ πόλεως γείτονος ἐξήλασαν ἄνθρωπον ὀλίγα μὲν εἰδότα, πολλὰ δὲ φάσκοντα, χρώμενον δὲ αὐτοῖς οἷς εἶχεν ἐπὶ τὸν δόντα, ἐφ’ ᾧ τις ἀλγήσας νεανίσκος τῶν μὲν ἠπατημένων τὴν ἀχλὺν ἀφεῖλε, τὸν δὲ ἐλέγχοις ἐξέβαλεν. 261. Ἐξεβέβλητο δὲ καὶ Σαβῖνος οὐ πόλεως τινος, ἀλλ’ αὐτοῦ τοῦ ζῆν, εἰς κομιδῆ βραχύ τι συσταλεὶς οὕτως, ὥσθ’ ὁπότ’ ἀμείβοι κλίνην, ἐξαρκεῖν χεῖρα μίαν εἶναί τε αὐτῷ δεινὸν τὸ μὴ τεθνάναι. καίτοι δεσπό- την αὑτὸν τῶν ἐμῶν ἐπεποιήκει πολλάκις τὴν αὐτὴν ἡμέραν ἐμὲ μὲν εἰς Αἵδου λέγων |ἄξειν, αὑτὸν δὲ εἰς τὴν οὖσάν μοι γῆν. 262. Ἀρχὴ πικρὰ τοῦ μεγίστην ἔχοντος τὴν γα- στέρα, δι’ ἀπάτης παρωξυμμένου. ἦν δὲ ἡ ἀπάτη, κυ- παρίττοις μὲν ἐν τῇ Δάφνῃ σίδηρον ἐπενεγκεῖν ἐγνώ- κει, τουτὶ δὲ εἰδὼς ἐγὼ τῷ τέμνοντι τελευτῆσον οὐκ εἰς ἀγαθόν, πρός τινα τῶν αὐτοῦ συμποτῶν ἔλεγον, ὡς οὐ παροξυντέον τὸν Ἀπόλλω διὰ τῶν κυπαρίττων, καὶ ταῦτα αὐτῷ τῆς οἰκίας ἀφ’ ὁμοίας πεπληγμένης αἰτίας, καὶ παρακαλέσειν δὲ ἔφην τὸν βασιλέα πρόνοιαν τῆς Δάφνης ἔχειν, μᾶλλον δὲ μείζω ποιῆσαι τὴν οὖσαν· εἶναι γὰρ δὴ καὶ νῦν.