Ancient Greek · ~4 min
Chapter 270
Libanius, Oratio I 270
Not analysed yet
αἰτοῦμεν δὴ παρὰ τοῦ Δῖός ἀπαλλαγήν, ὁ δὲ ἤκουσέ τε καὶ ταχέως ἔδωκε προσθεὶς τὸ μετ’ αἰσχύνης. καὶ γὰρ ἤγχετο καὶ εἵλκετο, καὶ φυλακαὶ |καὶ ὕπνος νικώμενος, ἔκειτό τε τὸν πανδοκέα πριάμενος, οἱ θη- ραταὶ δὲ καὶ οὗτοι τῶν λόγων ᾑρήκεσαν, ἔν τε τῇ μεγάλῃ πόλει μέσος ὢν πρακτόρων ἐπὶ μέσης ἀγορᾶς σφαίρας δίκην πανταχοῖ πανταχόθεν ἐπέμπετο. των δὲ τὰ μὲν ὁρῶν, τὰ δὲ ἀκούων ἐγὼ προσεκύνουν τὴν Τύχην, δι’ ἣν οὐκ ἔστιν ὅτε μοι δίκης νης ἐστερήθην. 271. Τὰ δ’ αὖ μετὰ τοῦτον, ἀνὴρ τὴν ἑαυτοῦ μὲν ἐκλιπών, ἑτέρωσε δὲ οἰκῶν, κέρδεσι δὲ τοῖς ἐν τρισὶν ἀρχαῖς ἐκ πενίας εἰς πλοῦτον ἐλθών, καὶ λογογράφος ἥκιστα μὲν ὤν, πάνυ δὲ εἶναι νομίζων εὔχετο μὲν τήνδε παραλαβεῖν τὴν ἀρχήν, ὅπως, ἔφη, διδάσκαλος γενοίμην τοῖς ἄρχουσιν, ὁποίους τινὰς εἶναι χρὴ πρὸς τοὺς διδάσκοντας λέγειν. καὶ λέγων ταῦτα συνῆν τε τὸ πλέον τῆς ἡμέρας καὶ τῆς νυκτὸς οὐκ ὀλίγον ἀνήλισκε, καὶ εἴ τῳ διακωλυθείη, |ζημία τοῦτο ἦν.