Ancient Greek · ~2 min
Chapter 54
Libanius, Oratio I 54
Not analysed yet
καὶ μὴν ὅ γε ἀνὴρ ἐκεῖνος ὁ Ἡρακλεώτης σωροὺς ἐφ’ ἁμάξης ἧκεν ἄγων βιβλίων, ποιῶν με οἷς ἐβουλόμην πλούσιον· ἐπεὶ εἰ γῆν τε καὶ |ὁλκάδας καὶ συνοικίας ἐδίδου, δοκῶ μοι τὸν ἄνθρωπον ἂν ἐπαινέσας αὐτὸν κελεῦσαι ἔχειν. οἷόν τι καὶ πρὸς ἐκεῖνον ἐποίησα τὸν ἐπὶ δεῖπνόν τε ἅμα καὶ αὐτὴν τὴν θυγατέρα καλοῦντα μόνην ἐν μεγάλοις αὐτῷ τρεφομένην χρήμασι, τὴν μὲν γνώμην ἐπαινέσας, κελεύσας δὲ ζητεῖν νυμφίον, ὡς ἔμοιγε οὔσης ἀντὶ γυναικὸς τῆς τέχνης.