Ancient Greek · ~2 min
Chapter 80
Libanius, Oratio I 80
Not analysed yet
καίτοι καὶ πλέον τι τὰ τότε εἶχε· τῶν γὰρ δὴ ἀρχόντων ἀεὶ τοῦ δευτέρου τὸν πρότερον ταῖς εἰς ἐμὲ σπουδαῖς τε καὶ τιμαῖς παριόντος ὁ τέταρτος Φοῖνιξ ἀνὴρ ὑπὸ Χαρίτων κυβερνώμενος δόγμα ἠμελημένον ἀνανεοῦται τῆς βου- λῆς, καὶ βασιλεὺς συνησθεὶς τῇ πόλει τοιαῦτα ψηφι- ζομένῃ μυρίαις με κατακοσμεῖ δωρεαῖς, ὧν αἰ μὲν ἀξίωσιν, αἰ δὲ πρόσοδον ἔφερον, ὥστε ἄνευ τῶν περὶ γῆν φροντίδων τὰ τῶν γεωργούντων ἔχειν.