Ancient Greek · ~5 min
1.ΕΝΩΧ to 1.7
Liber Enoch, Apocalypsis Enochi 1.ΕΝΩΧ-7
Not analysed yet
Λόγος εὐλογίας Ἐνώχ, καθὼς εὐλόγησεν ἐκλεκτοὺς δικαίους, οἳτιωες ἔσονται εἰς ἡμέραν ἀνάγκης ἐξᾶραι πάντας τοὺς ἐχθρού καὶ σωθήσονται δικαιοι. καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἐνώχ, ἂνθρωπος δίκαιος, ἔστιν ὃρασις ἐκ θεοῦ αὐτῷ ἀνεῳγμέη, ἣν ἒχων τὴν ὅρασιν τοῦ ἁγίου κατὰ τοὺς οὐρανοὺς ***ἒδειξάν μοι, καὶ ἁγιολόγων ἁγίων ἢκουσα ἐγὼ καὶ ὡς ἤκουσα παρ᾿ αὐτῶν, πάντα καὶ ἔγνων ἐγὼ θεωρῶν. καὶ οὐκ εἰς τὴν νῦν γενεὰν διενοούμην ἀλλ’ ἐπὶ πόρρω οὐσαν ἐγὼ λαλῶ. καὶ περὶ τῶν ἐκλεκτῶν νῦν λέγω καὶ περὶ αὐτῶν ἀνέλαβον τὴν παραβολήν μου· καὶ ἐξελεύσεται ὁ ἃγιός μου] ὁ μέγας ἐκ τῆς κατοικήσεως αὐτοῦ, καὶ ὁ θεὸς τοῦ αἰῶνος ἐπὶ γῆν πατήσει ἐπὶ τὸ Σίν' ὄρος καὶ φανήσεται ἐκ τῆς παρεμβολῆς αὐτοῦ καὶ φανήσεται ἐν τῇ δυνάμει τῆς ἰσχύος αὐτοῦ ἀπὸ τοῦ οὐρονοῦ τῶν οὐρανῶν. καὶ φοβηθήσονται πάντες, καὶ πιστεύσουσιν οἱ ἐγρήγοροι καὶ ᾄσωσιν ἀπόκρυφα ἐν πᾶσιν τοῖς ἄκροις τῆς <γῆς< καὶ σεισθήσονται πάντα τὰ ἄκρα τῆς γῆς] καὶ λήμψεται αὐτοὺς τρόμος καὶ φόβος μέγας μέχρι τῶν περάτων τῆς γῆς. καὶ σεισθήσονται καὶ πεσοῦνται καὶ διαλυθήσονται ὄρη ὑψηλά, καὶ ταπεινωθήσονται βουνοὶ ὑψηλοὶ τοῦ διαρυῆναι ὄρη] καὶ τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς ἐν φλογί. καὶ διασχισθήσεται ἡ ἡ σχίσμα ῥαγάδι καὶ πάντα ὃσα ἐστὶν ἐπὶ τῆς γῆς ἀπολεῖται. καὶ κρίσις ἒσται κατὰ πάντων.