Ancient Greek
10.19 to 10.22
Liber Enoch, Apocalypsis Enochi 10.19-22
Not analysed yet
καὶ πάντα τὰ δένδρα τῆς γῆς ἀγαλλιάσονται, φυτευθήσεται] καὶ ἒσονται φυτεύοντες ἀμπέλους, καὶ ἡ ἂμπελος ἣν ἂν φυτεύσωσιν, ποιήσουσιν πρόχους οἴνου χιλιάδας, καὶ ὁ σπόρος ποιήσει καθ᾿ ἓκαστον μέτρον ***ἐλαίας ποι; σει ἀνὰ βάτους δέκα. καὶ σὺ καθάρισον τὴν ἀπὸ ἀπὸ πάσης ἀκαθαρσίας καὶ ἀπὸ πάσης ἀδικίας καὶ ἀπὸ <πά<σης ἁμαρτίας καὶ ἀσεβείας καὶ πάσας τᾶς ἀκαθαρσίας τὰς γινοενας ἐπὶ τῆς γῆς ἐξάλειψον ****καὶ ἔσονται πάντες λατρεύοντες οἱ λαοὶ καὶ εὐλογοῦντες πάντες ἐμοὶ καὶ προσκυνοῦντες. καὶ καθαρισθήσεται πᾶσα ἡ γῆ ἀπὸ παντὸς μιάσματος καὶ ἀπὸ πάσης ἀκαθαρσίας καὶ ὀργῆς καὶ μάστιγος καὶ οὐκέτι πέμψω ἐπ᾿ αὐτοὺς εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.