Ancient Greek · ~1 min
Chapter 11
Liber Enoch, Apocalypsis Enochi 11
Not analysed yet
Καὶ τότε ἀνοίξω τὰ ταμεῖα τῆς εὐλογίας τὰ ὄντα ἐν τῷ οὐρανῷ [καὶ] κατενεγκεῖν αὐτὰ [ἐπὶ τὰ ἔργα] ἐπὶ τὸν κόπον τῶν υἱῶν τῶν ἀνθρώπων. καὶ τότε ἀλήθεια καὶ εἰρήνη κοινωνήσουσιν ὁμοῦ εἰς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος καὶ εἰς πάσας τὰς γενεὰς τῶν ἀνθρώπων.