Ancient Greek
17.1 to 17.5
Liber Enoch, Apocalypsis Enochi 17.1-5
Not analysed yet
Καὶ παραλαβόντες με εἴς τινα τόπον ἀπήγαγον, ἐν ᾦ οἱ ὄντες ἐκεῖ γίνονται ὡς πῦρ φλέγον καί, ὅταν θέλωσιν, φαίνονται ὡσεὶ ἄνθρωποι. καὶ ἀπήγαγόν με εἰς ζοφώδη τόπον καὶ εἰς ὄρος, οὗ ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν. καὶ εἶδον τόπον τῶν φωστήρων καὶ τοὺς θησαυροὺς τῶν ἀστέρων καὶ τῶν βροντῶν καὶ εἰς τὰ †αεροβαθη, ὄπου τόξον πυρὸς καὶ τὰ βέλη, καὶ τὰς θήκας αὐτῶν καὶ τὰς ἀστραπὰς πάσας. καὶ ἀπήγαγόν με μέχρι ὑδάτων ζώντων καὶ μέχρι πυρὸς δύσεως, ὅ ἐστιν καὶ παρέχον πάσας τὰς δύσεις τοῦ ἡλίου. καὶ ἤλθομεν μέχρι ποταμοῦ πυρός, ἐν ᾦ κατατρέχει τὸ πῦρ ὡς ὕδωρ καὶ ῥέει εἰς θάλασσαν μεγάλην δύσεως.