Ancient Greek · ~3 min
Chapter 16
Liber Enoch, Apocalypsis Enochi 16
Not analysed yet
ἀπὸ ἡμέρας σφαγῆς καὶ ἀπωλείας καὶ θανάτου Ναφηλεὶμ τὰ πνεύματα ἐκπορευόμενα ἐκ τῆς ψυχῆς τῆς σαρκὸς αὐτῶν αὐτῶν ἀφανίζοντα χωρὶς κρίσεως. οὕτως ἀφανίσουσιν μέχρις ἡμέρας ἡμέρας σεως τῆς κρίσεως τῆς μεγάλης, ἐν ᾖ ὁ αἰὼν ὁ μέγας τελεσθήσεται. καὶ νῦν ἐγρηγόροις τοῖς πέμψασίν σε ἐρωτῆσαι περὶ αὐτῶν οἵτινες ἐν οὐρανῷ ἦσαν· ὑμεῖς ἐν τῷ οὐρανῷ ἦτε, καὶ πᾶν μυστήριον ὅ οὐκ ἀνεκαλύφθη λύφθη ὑμῖν, καὶ μυστήριον τὸ ἐκ τοῦ θεοῦ γεγενημένον ἔγνωτε, καὶ τοῦτο ἐμηνύσατε ταῖς γυναιξὶν ἐν ταῖς σκληροκαρδίαις ὑμῶν, καὶ ἐν τῷ μυστηρίῳ τούτῳ πληθύνουσιν αἱ θήλειαι καὶ οἱ ἄνθρωποι τε κακὰ ἐπὶ τῆς γῆς. εἶπον οὖν αὐτοῖς· οὐκ ἔστον εἰρήνη.