Ancient Greek · ~2 min
Chapter 2
Liber Enoch, Apocalypsis Enochi 2
Not analysed yet
Κατανοήσετε πάντα τὰ ἒργα ἐν τῷ οὐρανῷ, πῶς οὐκ ἠλλοίωσαν τὰς ὁδοὺς αὐτῶν, καὶ τοὺς φωστῆρας τοὺς ἐν τῷ οὐρανῷ, ὡς τὰ πάντα ἀνατέλλει καὶ δύνει, τεταγμένος ἕκαστος ἐν τῷ τεταγμένῳ καιρῷ καὶ ταῖς ἑορταῖς αὐτῶν φαίνονται καὶ οὐ παραβαίνουσιν τὴν ἰδίαν τάξιν. ἴδετε τὴν γῆν καὶ διανοήθητε περὶ τῶν ἔργων τῶν ἐν αὐτῇ γινομένων ἀπ᾿ ἀρχῆς μέχρι τελειώσεως, [εἰσὶν φθαρτά,] ὡς οὐκ ἀλλοιοῦται οὐδὲν τῶν ἐπὶ γῆς ἀλλὰ πάντα ἒργα θεοῦ ὑμῖν φαίνεται. ἴδετε τὴν θερείαν καὶ τὸν χειμῶνα ***