Ancient Greek · ~5 min
22.3 to 22.10
Liber Enoch, Apocalypsis Enochi 22.3-10
Not analysed yet
τότε ἀπεκρίθη Ῥαφαὴλ ὁ εἷς τῶν ἁγίων μετ’ ἐμοῦ ἠν, καὶ εἶπέν μοι· οὗτοι οἱ τόποι οἱ κοῖλοι, ἵνα εἰς αὐτοὺς τὰ πνεύματα τῶν ψυχῶν τῶν νεκρῶν, εἰς αὐτὸ τοῦτο ἐκρίθησαν ὧδε ἐπισυνάγεσθαι πάσας τὰς ψυχὰς τῶν ἀνθρώπων. καὶ οὗτοι οἱ τόποι εἰς ἐπισύσχεσιν αὐτῶν ἐποιή<θη>σαν μέχρι τῆς τῆς καρίσεως αὐτῶν καὶ μέχρι τοῦ [διορισμοῦ καὶ] ἐν ᾧ ἡ κρίσις ἡ μεγάλη ἔσται. ἐν αὐτοῖς τεθέαμαι <πνεῦμα> νεκροῦ ἐντυγχάνοντος, καὶ ἡ φωνὴ αὐτοῦ μέχρι τοῦ οὐρανοῦ προέβαινεν καὶ ἐνετύγκανεν. καὶ ἠρώτησα ῾Ραφαὴλ τὸν ἄγγελον, ὃς ἐμοῦ ἠν καὶ εἶπα αὐτῷ· τοῦτο τὸ πνεῦμα τὸ ἐντυγχάνον τίνος διὸ οὕτως ἡ φωνὴ αὐτοῦ προβαίνει καὶ ἐντυγχάνει ἕως τοῦ καὶ ἀπεκρίθη μοι λέγων· τοῦτο τὸ πνεῦμά ἐστιν τὸ ἐξελθὸν ἀπὸ Ἄβελ, ὃν ἐφόνευσεν Κάϊν ὁ ἀδελφός. καὶ Ἄβελ ἐντυγχάνει περὶ τοῦ ἀπολέσαι τὸ σπέρμα αὐτοῦ ἀπὸ προσώπου τῆς γῆς καὶ ἀπὸ τοῦ σπέρματος τῶν ἀνθρώπων ἀφανισθῆναι τὸ σπέρμα αὐτοῦ. τότε ἠρώτησα περὶ τῶν κοιλωμάτων πάντων· διὰ τί ἐχωρίσθησαν ἓν τοῦ ἑνός; καὶ ἀπεκρίθη μοι λέγων· οὗτοι οἱ χωρίζεσθαι τὰ πνεύματα τῶν νεκρῶν. καὶ οὗτος ἐχωρίσθη εἰς τὰ πνεύματα τῶν δικαίων, οὑ ἡ πηγὴ τοῦ ὕδατος ἐν αὐτῷ καὶ οὑτος ἐκτίσθη τῶν ἁμαρτωλῶν, ὅταν ἀποθάνωσιν καὶ ταφῶσιν εἰς τὴν γῆν, καὶ κρίσις οὐκ ἐγενήθη ἐπ’ αὐτῶν ἐν τῇ ζωῇ