Ancient Greek · ~3 min
Chapter 27
Liber Enoch, Apocalypsis Enochi 27
Not analysed yet
καὶ εἶπον· διὰ τί ἡ γῆ αὕτη ἡ ηὐλογημένη καὶ πᾶσα πλήρης όένδρων, αὕτη όὲ ὴ φάραγξ κεκατηραμένη ἐστΙν ****************γῆ κατάρατος τοῖς κεκαταραμένοις ἐστὶν μέχρι αἰῶνος. ὧδε ἐπισυναχθήσονται πάντες, οἵτινες ἐροῦσιν τῷ στόματι αὐτῶν κατὰ κυρίου φωνὴν ἀπρεπῆ καὶ περὶ τῆς δόξης αὐτοῦ σκληρὰ λαλήσουσιν. ὧδε ἐπισυναχθήοονται, καὶ ὧδε ἔσται τὸ οἰκητήριον ἐπ᾿ ἐσχάτοις αἰῶσιν [ἐν ταῖς ἡμέραις τῆς κρίσεως τῆς ἀληθινῆς] ἐναντίον τῶν δικαίων εἰς τὸν ἅπαντα χρόνον. ὧδε εὐλογήσουσιν οἱ εὐοεβεῖς τὸν κύριον τῆς δόξης, τὸν βασιλέα τοῦ αἰῶνος, ἐν ταῖς ἡμέραις τῆς κρίσεως αὐτῶν εὐλογήσουσιν, ἐν ἐλέει ὡς ἐμἐρισεν αὐτοῖς. τότε ηὐλόγησα τὸν κύριον τῆς δόξης καὶ τὴν δόξαν αὐτοῦ ἐόήλωσα καὶ ὕμνησα μεγαλοπρεπῶς.