Ancient Greek · ~1 min
Chapter 31
Liber Enoch, Apocalypsis Enochi 31
Not analysed yet
καὶ εἶδον ἄλλα ὄρη καὶ ἐν αὐτοῖς ἄλση δένδρων ἐκπορευόμενον ἐξ αὐτῶν νέκταρ τὸ καλούμενον σαρρὰν καὶ χαλβάνη. καὶ ἐπέκεινα τῶν ὀρέων τούτων εἶδον ἄλλο ὄρος πρὸς ἀνατολὰς τῶν περάτων τῆς γῆς καὶ πάντα τὰ δένδρα πλήρης †εξαυτης ἐν ὁμοιώματι ἀμυγδάλω<ν>, ὅταν τριβῶσιν. διὸ εὐωδέστερον ἀρώματον.