Ancient Greek
7.2 to 7.6
Liber Enoch, Apocalypsis Enochi 7.2-6
Not analysed yet
Αἳ δὲ ἐν γαστρὶ λαβοῦσαι ἐτέκοσαν γίγαντας μεγάλους ἐκ πηχῶν τρισχιλίων, οἳτινες κατήσθοσαν τοὺς κόπους τῶν ἀνθρώπων. ὡς δὲ οὐκ ἐδυνήθησαν αὐτοῖς οἱ ἂνθρωποι ἐπιχορηγεῖν, οἱ γίγαντες ἐτόλμησαν ἐπ᾿ αὐ<το< ὺς καὶ κατησθίοσαν τοὺς ἀνθρώπους. καὶ ἢρξαντο ἁμαρτάνειν ἐν τοῖς πετεινοῖς καὶ τοῖς <θ<ηρίοις καὶ ἑρπετοῖς καὶ τοῖς <ἰ<χθύσιν ἀλλήλων τὰς <σ<άρκας κατεσθίειν, καὶ τὸ αἷμα ἒπινον. τότε ἡ ἐνέτυχεν κατὰ τῶν ἀνόμων.