Ancient Greek · ~2 min
8.1 to 8.3
Liber Enoch, Apocalypsis Enochi 8.1-3
Not analysed yet
Ἐδίδαξεν τοὺ ἀνθρώπους Ἀζαὴλ μαχαίρας ποιεῖν καὶ ὅπλα καὶ ἀσπίδας καὶ θώρακας, [διδάγματα ἀγγέλων,] καὶ αὐτοῖς τὰ μέταλλα καὶ τὴν ἐργασίαν αὐτῶν καὶ ψέλια καὶ κόσμους καὶ στίβεις καὶ τὸ καλλιβλέφαρον καὶ παντοίους λίθους ἐκλεκτοὺς καὶ τὰ βαφικά. καὶ ἐγένετο ἀσέβεια πολλή, καὶ ἐπόρνευσαν καὶ ἀπεπλανήθησαν καὶ ἠφανίσθησαν ἐν πάσαις ταῖς ὁδιῖς αὐτῶν. Σεμιαζᾶς ἐδίδαξεν ἐπα<οι<δὰς καὶ ῥιζοτομίας, Ἀρμορὼς ἐπαοιδῶν Ῥακιὴλ ἀστρολογίας, Χωχιὴλ τὰ σημειωτικά, Σαθ<ι<ὴλ Σεριὴ<λ< σεληναγωγίας.