Ancient Greek
13 to 15
Licymnius Lyr., Fragmenta 13-15
Unproofread scanNot analysed yet
Σύ τ’ ὦ τὸν ἀεὶ πόλον οὐράνιον ἀκτῖσι λαμπραῖς Ἄλιε βάλλων, πέμψον ἐκαβόλον ἐχθροῖς βέλος σᾶς ἀπὸ νευρᾶς, ὦ ἰὲ Παιάν. Γάμε θεῶν λαμπρότατε. Οὔθ’ ὁ πτερωτὸς ἰξὸς ὀμμάτων, Ἔρως, ὁ Κύπριδος κυναγός, ἡ φρενῶν ἄκις, ὁ μὴ τίνων θεοῖσιν ὀρκίων δίκας. Τληπόλεμός μ’ ὁ Μυρεὺς Ἑρμᾶν ἀφετήριον ἔρμα ἱροδρόμοις θῆκεν παῖς ὁ Πολυκρίτεω, δὶς δέκ’ ἀπὸ σταδίων ἐναγώνιον· ἀλλὰ πονεῖτε μαλθακὸν ἐκ γονάτων ὄκνον ἀπωσάμενοι.