Ancient Greek · ~2 min
Page 142
Lobo Poeta, Epigrammata in poetas ante Alexandrinorum aetatem condita 142
Not analysed yet
ALIA EPIGRAMMATA IN POETAS ANTE
ALEXANDRINORUM AETATEM CONDITA
in Homerum li
ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει
ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον.
Colophone
υἱὲ Μέλητος Ὅμηρε, σὺ γὰρ κλέος Ἑλλάδι πάσῃ
καὶ Κολοφῶνι πάτρῃ θῆκας ἐς ἀίδιον,
καὶ τάσδ' ἀντιθέῳ ψυχῇ γεννήσαο κούρας
δισσὰς ἡμιθέων γραψάμενος σελίδας.
ὑμνεῖ δ' ἡ μὲν νόστον Ὀδυσσῆος πολύπλαγκτον,
ἡ δὲ τὸν Ἰλιακὸν Δαρδανιδῶν πόλεμον.
Argis
θεῖος Ὅμηρος ὅδ' ἐστίν, ὃς Ἑλλάδα τὴν μεγαλαυχῆ
πᾶσαν ἐκόσμησεν καλλιεπεῖ σοφίῃ,
ἔξοχα δ' Ἀργείους, οἳ τὴν θεοτειχέα Τροίην
ἤρειψαν ποινὴν ἠυκόμου Ἑλένης.