Ancient Greek · ~3 min
Page 143
Lobo Poeta, Epigrammata in poetas ante Alexandrinorum aetatem condita 143
Not analysed yet
οὗ χάριν ἔστησεν δῆμος μεγαλόπτολις αὐτὸν
ἐνθάδε καὶ τιμαῖς ἀμφέπει ἀθανάτων.
ad Pepli genus fictum
ἐνθάδε θεῖος Ὅμηρος, ὃς Ἑλλάδα πᾶσαν ἄεισε,
Θήβης ἐκγεγαὼς τῆς ἑκατονταπύλου.
in Hesiodum Orchomeni
Ἄσκρη μὲν πατρὶς πολυλήιος, ἀλλὰ θανόντος
ὀστέα πληξίππων γῆ Μινυῶν κατέχει
Ἡσιόδου, τοῦ πλεῖστον ἐν Ἑλλάδι κῦδος ὀρεῖται
ἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης.
ibidem
χαῖρε δὶς ἡβήσας καὶ δὶς τάφου ἀντιβολήσας,
Ἡσίοδ', ἀνθρώποις μέτρον ἔχων σοφίης.
ad Pepli genus
Ἑλλάδος εὐρυχόρου στέφανον καὶ κόσμον ἀοιδῆς
Ἀσκραῖον γενεὴν Ἡσίοδον κατέχω.
in Epicharmum Syracusis
εἴ τι παραλλάσσει φαέθων μέγας ἅλιος ἄστρων
καὶ πόντος ποταμῶν μείζον' ἔχει δύναμιν.
φαμὶ τοσοῦτον ἐγὼ σοφίᾳ προέχειν Ἐπίχαρμον.
ὃν πατρὶς ἐστεφάνωσ' ἅδε Συρακοσίων.
ad Pepli genus
Δωρίδος ἐκ Μούσης κεκορυθμένον ἀνέρα Βάκχῳ
καὶ Σατύροις Σικελὸν τῇδ' Ἐπίχαρμον ἔχω.
in Simonidem
ἓξ ἐπὶ πεντήκοντα, Σιμωνίδη, ἤραο νίκας