Ancient Greek · ~2 min
Page 145
Lobo Poeta, Epigrammata in poetas ante Alexandrinorum aetatem condita 145
Not analysed yet
in Aeschylum Gelae
Αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε κεύθει
μνῆμα καταφθίμενον πυροφόροιο Γέλας·
ἀλκὴν δ' εὐδόκιμον Μαραθώνιον ἄλσος ἂν εἴποι
καὶ βαθυχαιτήεις Μῆδος ἐπιστάμενος.
incertum quo loco
—————————————
αἰετοῦ ἐξ ὀνύχων βρέγμα τυπεὶς ἔθανεν.
in Sophoclem
ἐσβέσθης, γηραιὲ Σοφόκλεες, ἄνθος ἀοιδῶν,
οἰνωπὸν Βάκχου βότρυν ἐρεπτόμενος.
dedicatorium ficticium
βωμοὺς τούσθε θεοῖς Σοφοκλῆς ἱδρύσατο πρῶτος,
ὃς πλεῖστον Μούσης εἷλε κλέος τραγικῆς.
in Euripidem Athenis
μνῆμα μὲν Ἑλλὰς ἅπασ' Εὐριπίδου, ὀστέα δ' ἴσχει
γῆ Μακεδών, ᾗπερ δέξατο τέρμα βίου,
πατρὶς δ' Ἑλλάδος Ἑλλὰς Ἀθῆναι, πλεῖστα δὲ Μούσαις
τέρψας ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει.