Ancient Greek · ~1 min
Page 144
Lobo Poeta, Epigrammata in poetas ante Alexandrinorum aetatem condita 144
Not analysed yet
καὶ τρίποδας, θνῄσκεις δ' ἐν Σικελῷ πεδίῳ,
Κείῳ δὲ μνήμην λείπεις, Ἕλλησι δ' ἔπαινον
εὐξυνέτου ψυχῆς σῆς ἐπιγεινομένοις.
in Pindarum Thebis
ἦ μάλα Πρωτομάχη τε καὶ Εὔμητις λιγύφωνοι
ἔκλαυσαν πινυταὶ Πινδάριαι θύγατρες,
Ἀργόθεν ἦμος ἵκοντο κομίζουσ' ἐνδόθι κρωσσοῦ
λείψαν' ἀπὸ ξεινῆς ἀθρόα πυρκαϊῆς.
ad Pepli genus
ἄρμενος ἦν ξείνοισιν ἀνὴρ ὅδε καὶ φίλος ἀστοῖς
Πίνδαρος, εὐφώνων Πιερίδων πρόπολος.