Ancient Greek · ~3 min
Chapter 15
Longinus, Περὶ ὕψους 15.4
Not analysed yet
τῷ γοῦν Φαέθοντι παραδιδοὺς τὰς ἡνίας ὁ Ἥλιος, ἔλα δὲ μήτε Λιβυκὸν αἰθέρ’ εἰσβαλών· κρᾶσιν γὰρ ὑγρὰν οὐκ ἔχων, ἁψῖδα σὴν κάτω διήσει, φησίν, εἶθ’ ἑξῆς, ἵει δ’ ἐφ’ ἑπτὰ Πλειάδων ἔχων δρόμον. τοσαῦτ’ ἀκούσας εἶτ’ ἔμαρψεν ἡνίας· κρούσας δὲ πλευρὰ πτεροφόρων ὀχημάτων μεθῆκεν, αἱ δ’ ἔπταντ’ ἐπ’ αἰθέρος πτύχας. πατὴρ δ’ ὄπισθε νῶτα Σειρίου βεβὼς ἵππευε παῖδα νουθετῶν· ἐκεῖσ̓ ἔλα, τῇδε στρέφ’ ἅρμα, τῇδε. ἆρ’ οὐκ ἂν εἴποις, ὅτι ἡ ψυχὴ τοῦ γράφοντος συνεπιβαίνει τοῦ ἅρματος, καὶ συγκινδυνεύουσα τοῖς ἵπποις συνεπτέρωται; οὐ γὰρ ἄν, εἰ μὴ τοῖς οὐρανίοις ἐκείνοις ἔργοις ἰσοδρομοῦσα ἐφέρετο, τοιαῦτ’ ἄν ποτε ἐφαντάσθη. ὅμοια καὶ τὰ ἐπὶ τῆς Κασσάνδρας αὐτῷ, ἀλλ᾽, ὦ φίλιπποι Τρῶες.