Ancient Greek · ~2 min
Chapter 15
Longinus, Περὶ ὕψους 15.5
Not analysed yet
τοῦ δ’ Αἰσχύλου φαντασίαις ἐπιτολμῶντος ἡρωϊκωτάταις, ὥσπερ καὶ οἱ Ἑπτὰ ἐπὶ Θήβας παρ’ αὐτῷ, ἄνδρες (φησὶν) ἑπτὰ θούριοι λοχαγέται, ταυροσφαγοῦντες εἰς μελάνδετον σάκος, καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου, Ἄρη τ’ Ἐνυὼ καὶ φιλαίματον Φόβον ὁρκωμότησαν, τὸν ἴδιον αὑτῶν πρὸς ἀλλήλους δίχα οἴκτου συνομνύμενοι θάνατον, ἐνίοτε μέντοι ἀκατεργάστους καὶ οἱονεὶ ποκοειδεῖς τὰς ἐννοίας καὶ ἀμαλάκτους φέροντος, ὅμως ἑαυτὸν ὁ Εὐριπίδης κἀκείνοις ὑπὸ φιλοτιμίας τοῖς κινδύνοις προσβιβάζει.