Ancient Greek · ~2 min
15.6 to 15.7
Longinus, Περὶ ὕψους 15.6-7
Not analysed yet
καὶ παρὰ μὲν Αἰσχύλῳ παραδόξως τὰ τοῦ Λυκούργου βασίλεια κατὰ τὴν ἐπιφάνειαν τοῦ Διονύσου θεοφορεῖται, ἐνθουσιᾷ δὴ δῶμα, βακχεύει στέγη· ὁ δ’ Εὐριπίδης τὸ αὐτὸ τοῦθ’ ἑτέρως ἐφηδύνας ἐξεφώνησε, πᾶν δὲ συνεβάκχεὐ ὄρος. ἄκρως δὲ καὶ ὁ Σοφοκλῆς ἐπὶ τοῦ θνῄσκοντος Οἰδίπου καὶ ἑαυτὸν μετὰ διοσημείας τινὸς θάπτοντος πεφάντασται, καὶ κατὰ τὸν ἀπόπλουν τῶν Ἑλλήνων ἐπὶ τἀχιλλέως προφαινομένου τοῖς ἀναγομένοις ὑπὲρ τοῦ τάφου, ἣν οὐκ οἶδ’ εἴ τις ὄψιν ἐναργέστερον εἰδωλοποίησε Σιμωνίδου· πάντα δ’ ἀμήχανον παρατίθεσθαι.