Ancient Greek · ~3 min
Chapter 16
Longinus, Περὶ ὕψους 16.3
Not analysed yet
καίτοι παρὰ τῷ Εὐπόλιδι. τοῦ ὅρκου τὸ σπέρμα φασὶν εὑρῆσθαι· οὐ γὰρ μὰ τὴν Μαραθῶνι τὴν ἐμὴν μάχην, χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ. ἔστι δ’ οὐ τὸ ὁπωσοῦν τινὰ ὀμόσαι μέγα, τὸ δὲ ποῦ καὶ πῶς καὶ ἐφ’ ὧν καιρῶν καὶ τίνος ἕνεκα. ἀλλ’ ἐκεῖ μὲν οὐδέν ἐστ’ εἰ μὴ ὅρκος, καὶ πρὸς εὐτυχοῦντας ἔτι καὶ οὐ δεομένους παρηγορίας τοὺς Ἀθηναίους, ἔτι δ’ οὐχὶ τοὺς ἄνδρας ἀπαθανατίσας ὁ ποιητὴς ὤμοσεν, ἵνα τῆς ἐκείνων ἀρετῆς τοῖς ἀκούουσιν ἐντέκῃ λόγον ἄξιον, ἀλλ’ ἀπὸ τῶν προκινδυνευσάντων ἐπὶ τὸ ἄψυχον ἀπεπλανήθη, τὴν μάχην. παρὰ δὲ τῷ Δημοσθένει πεπραγμάτευται πρὸς ἡττημένους ὁ ὅρκος, ὡς μὴ Χαιρώνειαν ἔτ’ Ἀθηναίοις ἀτύχημα φαίνεσθαι, καὶ ταὐτόν, ὡς ἔφην, ἅμα ἀπόδειξίς ἐστι τοῦ μηδὲν ἡμαρτηκέναι παράδειγμα ὅρκων πίστις ἐγκώμιον προτροπή.