Ancient Greek · ~2 min
Chapter 16
Longinus, Περὶ ὕψους 16.4
Not analysed yet
κἀπειδήπερ ὑπήντα τῷ ῥήτορι· λέγεις ἧτταν πολιτευσάμενος, εἶτα νίκας ὀμνύεις, διὰ ταῦθ’ ἑξῆς κανονίζει καὶ δι’ ἀσφαλείας ἄγει καὶ ὀνόματα, διδάσκων ὅτι κἀν βακχεύμασι νήφειν ἀναγκαῖον· τοὺς προκινδυνεύσαντας φησὶ Μαραθῶνι καὶ τοὺς Σαλαμῖνι καὶ ἐπ’ Ἀρτεμισίῳ ναυμαχήσαντας, καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους. οὐδαμοῦ νικήσαντας εἶπεν, ἀλλὰ πάντη τὸ τοῦ τέλους διακέκλοφεν ὄνομα, ἐπειδήπερ ἦν εὐτυχὲς καὶ τοῖς κατὰ Χαιρώνειαν ὑπεναντίον. διόπερ καὶ τὸν ἀκροατὴν φθάνων εὐθὺς ὑποφέρει· οὓς ἅπαντας ἔθαψε δημοσίᾳ φησὶν ἡ πόλις, Αἰσχίνη, οὐχὶ τοὺς κατορθώσαντας μόνους.