Ancient Greek · ~2 min
Chapter 19
Longinus, Περὶ ὕψους 19
Not analysed yet
πλοκα ἐκπίπτει καὶ οἱονεὶ προχεῖται τὰ λεγόμενα, ὀλίγου δεῖν φθάνοντα καὶ αὐτὸν τὸν λέγοντα. καὶ συμβαλόντες φησὶν ὁ Ξενοφῶν τὰς ἀσπίδας ἐωθοῦντο ἐμάχοντο ἀπέκτεινον ἀπέθνῃσκον. καὶ τὰ τοῦ Εὐρυλόχου, ἤλθομεν ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμ’ Ὀδυσσεῦ. εἴδομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλά. τὰ γὰρ ἀλλήλων διακεκομμένα καὶ οὐδὲν ἧσσον κατεσπευσμένα φέρει τῆς ἀγωνίας ἔμφασιν ἅμα καὶ ἐμποδιζούσης τι καὶ συνδιωκούσης. τοιαῦθ’ ὁ ποιητὴς ἐξήνεγκε διὰ τῶν ἀσυνδέτων.