Ancient Greek · ~1 min
Chapter 26
Longinus, Περὶ ὕψους 26.1
Not analysed yet
Ἐναγώνιος δ’ ὁμοίως καὶ ἡ τῶν προσώπων ἀντιμετάθεσις καὶ πολλάκις ἐν μέσοις τοῖς κινδύνοις ποιοῦσα τὸν ἀκροατὴν δοκεῖν στρέφεσθαι· φαίης κ’ ἀκμῆτας καὶ ἀτειρέας ἄντεσθ’ ἐν πολέμῳ· ὣς ἐσσυμένως ἐμάχοντο. καὶ ὁ Ἄρατος μὴ κείνῳ ἐνὶ μηνὶ περικλύζοιο θαλάσσῃ.