Ancient Greek · ~1 min
Chapter 25
Longinus, Περὶ ὕψους 25.1
Not analysed yet
Ὅταν γε μὴν τὰ παρεληλυθότα τοῖς χρόνοις εἰσάγῃς ὡς γινόμενα καὶ παρόντα, οὐ διήγησιν ἔτι τὸν λόγον, ἀλλ’ ἐναγώνιον πρᾶγμα ποιήσεις. πεπτωκὼς δέ τις φησὶν ὁ Ξενοφῶν ὑπὸ τῷ Κύρου ἵππῳ καὶ πατούμενος παίει τῇ μαχαίρᾳ εἰς τὴν γαστέρα τὸν ἵππον· ὁ δὲ σφαδάζων ἀποσείεται τὸν Κῦρον, ὁ δὲ πίπτει. τοιοῦτος ἐν τοῖς πλείστοις ὁ Θουκυδίδης.