Ancient Greek · ~2 min
Chapter 31
Longinus, Περὶ ὕψους 31.1
Not analysed yet
θρεπτικώτατον καὶ γόνιμον, τὸ δ’ Ἀνακρέοντος· οὐκέτι Θρηικίης ἐπιστρέφομαι. ταύτῃ καὶ τὸ τοῦ Θεοπόμπου καινὸν ἐπαινετόν· διὰ τὸ ἀνάλογον ἔμοιγε σημαντικώτατα ἔχειν δοκεῖ· ὅπερ ὁ Κεκίλιος οὐκ οἶδ᾽ ὅπως καταμέμφεται. δεινὸς ὢν φησὶν ὁ Φίλιππος ἀναγκοφαγῆσαι πράγματα. ἔστιν ἄρ’ ὁ ἰδιωτισμὸς ἐνίοτε τοῦ κόσμου παρὰ πολὺ ἐμφανιστικώτερον· ἐπιγινώσκεται γὰρ αὐτόθεν ἐκ τοῦ κοινοῦ βίου, τὸ δὲ σύνηθες ἤδη πιστότερον. οὐκοῦν ἐπὶ τοῦ τὰ αἰσχρὰ καὶ ῥυπαρὰ τλημόνως καὶ μεθ’ ἡδονῆς ἕνεκα πλεονεξίας καρτεροῦντος τὸ ἀναγκοφαγεῖν τὰ πράγματα ἐναργέστατα παρείληπται.