Ancient Greek · ~1 min
Chapter 31
Longinus, Περὶ ὕψους 31.2
Not analysed yet
ὧδέ πως ἔχει καὶ τὰ Ἡροδότεια· ὁ Κλεομένης φησὶ μανεὶς τὰς ἑαυτοῦ σάρκας ξιφιδίῳ κατέτεμεν εἰς λεπτά, ἕως ὅλον καταχορδεύων ἑαυτὸν διέφθειρεν. καὶ ὁ Πύθης ἕως τοῦδε ἐπὶ τῆς νεὼς ἐμάχετο, ἕως ἅπας κατεκρεουργήθη. ταῦτα γὰρ ἐγγὺς παραξύει τὸν ἰδιώτην, ἀλλ’ οὐκ ἰδιωτεύει τῷ σημαντικῶς.