Ancient Greek · ~4 min
Chapter 39
Longinus, Περὶ ὕψους 39.4
Not analysed yet
ὑψηλόν γέ που δοκεῖ νόημα καὶ ἔστι τῷ ὄντι θαυμάσιον, ὃ τῷ ψηφίσματι ὁ Δημοσθένης ἐπιφέρει· τοῦτο τὸ ψήφισμα τὸν τότε τῇ πόλει περιστάντα κίνδυνον παρελθεῖν ἐποίησεν, ὥσπερ νέφος· ἀλλ’ αὐτῆς τῆς διανοίας οὐκ ἔλαττον τῇ ἁρμονίᾳ πεφώνηται· ὅλον τε γὰρ ἐπὶ τῶν δακτυλικῶν εἴρηται ῥυθμῶν· εὐγενέστατοι δ’ οὗτοι καὶ μεγεθοποιοί, διὸ καὶ τὸ ἡρῷον, ὧν ἴσμεν κάλλιστον, μέτρον συνιστᾶσι· τό τε ἐπείτοιγε ἐκ τῆς ἰδίας αὐτὸ χώρας μετάθες, ὅποι δὴ ἐθέλεις, τοῦτο τὸ ψήφισμα, ὥσπερ νέφος, ἐποίησε τὸν τότε κίνδυνον παρελθεῖν, ἢ νὴ Δία μίαν ἀπόκοψον συλλαβὴν μόνον ἐποίησε παρελθεῖν ὡς νέφος, καὶ εἴσῃ πόσον ἡ ἁρμονία τῷ ὕψει συνηχεῖ. αὐτὸ γὰρ τὸ ὥσπερ νέφος ἐπὶ μακροῦ τοῦ πρώτου ῥυθμοῦ βέβηκε, τέρασι καταμετρουμένου χρόνοις· ἐξαιρεθείσης δὲ τῆς μιᾶς συλλαβῆς ὡς νέφος εὐθὺς ἀκρωτηριάζει τῇ συγκοπῇ τὸ μέγεθος, ὡς ἔμπαλιν, ἐὰν ἐπεκτείνῃς παρελθεῖν ἐποίησεν ὡσπερεὶ νέφος, τὸ αὐτὸ σημαίνει, οὐ τὸ αὐτὸ δὲ ἔτι προσπίπτει, ὅτι τῷ μήκει τῶν ἄκρων χρόνων συνεκλύεται καὶ διαχαλᾶται τὸ ὕψος τὸ ἀπότομον.