Ancient Greek · ~2 min
Chapter 40
Longinus, Περὶ ὕψους 40.1
Not analysed yet
Ἐν δὲ τοῖς μάλιστα μεγεθοποιεῖ τὰ λεγόμενα, καθάπερ τὰ σώματα, ἡ τῶν μελῶν ἐπισύνθεσις, ὧν ἓν μὲν οὐδὲν τμηθὲν ἀφ’ ἑτέρου καθ’ ἑαυτὸ ἀξιόλογον ἔχει, πάντα δὲ μετ’ ἀλλήλων ἐκπληροῖ τέλειον σύστημα, οὕτως τὰ μεγάλα, σκεδασθέντα μὲν ἀπ’ ἀλλήλων, ἄλλοσ̓ ἄλλῃ ἅμα ἑαυτοῖς συνδιαφορεῖ καὶ τὸ ὕψος, σωματοποιούμενα δὲ τῇ κοινωνίᾳ καὶ ἔτι δεσμῷ τῆς ἁρμονίας περικλειόμενα αὐτῷ τῷ κύκλῳ φωνήεντα γίνεται· καὶ σχεδὸν ἐν ταῖς περιόδοις ἔρανός ἐστι πλήθους τὰ μεγέθη.