Ancient Greek · ~1 min
Section 22
Lucian, Χάρων ἢ Ἐπισκοποῦντες 22
Not analysed yet
κάτθανʼ ὁμῶς ὅ τʼ ἄτυμβος ἀνὴρ ὅς τʼ ἔλλαχε τύμβου,
ἐν δὲ ἰῇ τιμῇ Ἶρος κρείων τʼ Ἀγαμέμνων·
Θερσίτῃ δʼ ἶσος Θέτιδος παῖς ἠϋκόμοιο
πάντες δʼ εἰσὶν ὁμῶς νεκύων ἀμενηνὰ κάρηνα,
γυμνοί τε ξηροί τε κατʼ ἀσφοδελὸν λειμῶνα.