Ancient Greek
Section 24
Lucian, Χάρων ἢ Ἐπισκοποῦντες 24
Not analysed yet
ἀλλὰ μεταξὺ λόγων, τίνες ἐκεῖνοί εἰσιν οἱ πολεμοῦντες ἢ ὑπὲρ τίνος ἀλλήλους φονεύουσιν; Ἀργείους ὁρᾷς, ὦ Χάρων, καὶ Λακεδαιμονίους καὶ τὸν ἡμιθνῆτα ἐκεῖνον στρατηγὸν Ὀθρυάδαν τὸν ἐπιγράφοντα τὸ τρόπαιον τῷ αὑτοῦ αἵματι. ὑπὲρ τίνος δʼ αὐτοῖς, ὦ Ἑρμῆ, ὁ πόλεμος; ὑπὲρ τοῦ πεδίου αὐτοῦ, ἐν ᾧ μάχονται. ὢ τῆς ἀνοίας, οἵ γε οὐκ ἴσασιν ὅτι, κἂν ὅλην τὴν Πελοπόννησον ἕκαστος αὐτῶν κτήσωνται, μόγις ἂν ποδιαῖον λάβοιεν τόπον παρὰ τοῦ Αἰακοῦ· τὸ δὲ πεδίον τοῦτο ἄλλοτε ἄλλοι γεωργήσουσι πολλάκις ἐκ βάθρων τὸ τρόπαιον ἀνασπάσαντες τῷ ἀρότρῳ. οὕτω μὲν ταῦτα ἔσται· ἡμεῖς δὲ καταβάντες ἤδη καὶ κατὰ χώραν εὐθετήσαντες αὖθις τὰ ὄρη ἀπαλλαττώμεθα, ἐγὼ μὲν καθʼ ἃ ἐστάλην, σὺ δὲ ἐπὶ τὸ πορθμεῖον· ἥξω δέ σοι καὶ αὐτὸς μετʼ ὀλίγον νεκροστολῶν. εὖ γε ἐποίησας, ὦ Ἑρμῆ· εὐεργέτης εἰς ἀεὶ ἀναγεγράψῃ, ὠνάμην γάρ τι διὰ σὲ τῆς ἀποδημίας. —οἷά ἐστι τὰ τῶν κακοδαιμόνων ἀνθρώπων πράγματα —βασιλεῖς, πλίνθοι χρυσαῖ, ἐπιτύμβια, μάχαι· Χάρωνος δὲ οὐδεὶς λόγος.