Ancient Greek · ~3 min
Section 9
Lucian, Χάρων ἢ Ἐπισκοποῦντες 9
Not analysed yet
σὺ δέ μοι ἐκεῖνο εἰπέ, τίς τʼ ἄρʼ ὅδʼ ἄλλος ὁ σεμνὸς ἀνήρ; οὐχ Ἕλλην, ὡς ἔοικεν, ἀπὸ γοῦν τῆς στολῆς. τίς τʼ ἄρʼ ὅδʼ ἄλλος ὁ σεμνὸς ἀνήρ; Κῦρος, ὦ Χάρων, ὁ Καμβύσου, ὃς τὴν ἀρχὴν πάλαι Μήδων ἐχόντων νῦν Περσῶν ἤδη ἐποίησεν εἶναι· καὶ Ἀσσυρίων δʼ ἔναγχος οὗτος ἐκράτησε καὶ Βαβυλῶνα παρεστήσατο καὶ νῦν ἐλασείοντι ἐπὶ Λυδίαν ἔοικεν, ὡς καθελὼν τὸν Κροῖσον ἄρχοι ἁπάντων. ὁ Κροῖσος δὲ ποῦ ποτε κἀκεῖνός ἐστιν; ἐκεῖσε ἀπόβλεψον ἐς τὴν μεγάλην ἀκρόπολιν, τὴν τὸ τριπλοῦν τεῖχος· Σάρδεις ἐκεῖναι, καὶ τὸν Κροῖσον αὐτὸν ὁρᾷς ἤδη ἐπὶ κλίνης χρυσῆς καθήμενον, Σόλωνι τῷ Ἀθηναίῳ διαλεγόμενον. βούλει ἀκούσωμεν αὐτῶν ὅ τι καὶ λέγουσι; πάνυ μὲν οὖν.