Ancient Greek · ~1 min
Section 8
Lucian, Περὶ τῆς Ἀστρολογίας 8
Not analysed yet
οὐ μετὰ πολλὸν δὲ καὶ Λίβυες ἐπέβησαν τοῦ λόγου· καὶ γὰρ τὸ Λιβύων μαντήιον τὸ Ἄμμωνος, καὶ τοῦτο ἐς τὸν ἠέρα καὶ ἐς τὴν τούτου σοφίην ἵδρυτο, παρʼ ὃ τὸν Ἄμμωνα καὶ οὗτοι κριοπρόσωπον ποιέονται.